PUBLISHED: Jul 10, 2013
DESCRIPTION:
Album: Psychostasia (2013)
Genre: Hellenic Gothic/Folk
Γαῖα θεά, μῆτερ μακάρων θνητῶν τ᾽ ἀνθρώπων, παντρόφε, πανδώτειρα, τελεσφόρε, παντολέτειρα, αὐξιθαλής, φερέκαρπε, καλαῖς ὥραισι βρύουσα, ἕδρανον ἀθανάτου κόσμου, πολυποίκιλε κούρη, ἣ λοχίαις ὠδῖσι κύεις καρπὸν πολυειδῆ, ἀιδία, πολύσεπτε, βαθύστερν᾽, ὀλβιόμοιρε, ἡδυπνόοις χαίρουσα χλόαις πολυανθέσι δαῖμον, ὀμβροχαρής, περὶ ἣν κόσμος πολυδαίδαλος ἄστρων εἱλεῖται φύσει ἀενάωι καὶ ῥεύμασι δεινοῖς. ἀλλά, μάκαιρα θεά, καρποὺς αὔξοις πολυγηθεῖς εὐμενὲς ἦτορ ἔχουσα, σὺν ὀλβίοισιν ἐν ὥραις.