Daemonia Nymphe - Nemesis Rhamnousia - Video
PUBLISHED:  Aug 04, 2013
DESCRIPTION:
Album: Psychostasia (2013)
Genre: Hellenic Gothic/Folk

Ὦ Νέμεσι, κλήιζω σε, θεά, βασίλεια μεγίστη, πανδερκής, ἐσορῶσα βίον θνητῶν πολυφύλων· ἀιδία, πολύσεμνε, μόνη χαίρουσα δικαίοις, ἀλλάσσουσα λόγον πολυποίκιλον, ἄστατον αἰεί, ἣν πάντες δεδίασι βροτοὶ ζυγὸν αὐχένι θέντες· σοὶ γὰρ ἀεὶ γνώμη πάντων μέλει, οὐδέ σε λήθει ψυχὴ ὑπερφρονέουσα λόγων ἀδιακρίτωι ὁρμῆι. πάντ᾽ ἐσορᾶις καὶ πάντ᾽ ἐπακούεις, {καὶ} πάντα βραβεύεις· ἐν σοὶ δ᾽ εἰσὶ δίκαι θνητῶν, πανυπέρτατε δαῖμον. ἐλθέ, μάκαιρ᾽, ἁγνή, μύσταις ἐπιτάρροθος αἰεί· δὸς δ᾽ ἀγαθὴν διάνοιαν ἔχειν, παύουσα πανεχθεῖς γνώμας οὐχ ὁσίας, πανυπέρφρονας, ἀλλοπροσάλλας.
follow us on Twitter      Contact      Privacy Policy      Terms of Service
Copyright © BANDMINE // All Right Reserved
Return to top